Ancient Greek · ~6 min
Letter 163
Libanius, Epistulae 1-839 163
Not analysed yet
Καλά γε περιμένει τοὺς ἄρχοντας τὰ ἆθλα, εἴγε ταλαι- πωρήσονται μὲν καὶ τὰ αὑτῶν χείρω ποιήσουσι τῶν κοινῶν ἐπιμελούμενοι, λήψονται δὲ ἀμοιβὰς ὕβριν καὶ καταδίκην καὶ ἀτιμίαν καὶ κινδύνους. ταῦτα γὰρ κεκύκλωκε νῦν τὸν ὑπὸ σοῦ μὲν οὐδὲν ἀτιμασθέντα, μεθ’ ἡμῶν δὲ βεβιωκότα Τρυφωνιανόν. ἦν μὲν γὰρ ἕτοιμος χωρεῖν ἐπὶ Χαλκίδος, ὅπως ἀναγκάζοι τὰ δέοντα ποιεῖν τοὺς αὐτόθι γεωργούς, ἑστηκότα δὲ ἐπὶ τῆς βαλβῖδος περιέσχε νέφος ἄρθεν ἐκ τῶν Οὐρσουάλου χειρῶν. προσπεσόντες γὰρ ἄνθρωποί τινες ἐκεῖθεν ἥκοντες καὶ θρασέως εἰσελθόντες οὗ καθεύδει χρυσόν τε ἐζήτουν καὶ καταβάλλειν ἐβόων πόσον, οἴει, χρυσόν; μὴ φαινομένου δὲ σήμαντρα πανταχοῦ, καὶ πολὺς ὁ θόρυβος, ἡ γυνὴ δὲ ἐν ἐκ- πλήξει καὶ τὸ βρέφος μικροῦ τῆς νηδύος οὐ κατὰ νόμον ἐξέ- δραμεν. ἡμεῖς μὲν οὖν οὗπέρ ἐσμεν κύριοι πληροῦμεν, συν- αχθόμεθα τῷ φίλῳ, σὺ δὲ παρ’ ᾧ τι πλέον μεθ’ ἡμῶν μὲν συνάλγησον, μόνος δὲ ἐπικούρησον χρηστός τε φαινόμενος καὶ τῇ δυνάμει χρώμενος. ἴστω δὲ πρῶτον μὲν τῆς χάριτος τὸ μὴ δι’ ὀργῆς λαβεῖν τὴν μονήν, μᾶλλον δὲ τὸ τὴν ὀργὴν ἐπὶ τοὺς οὐκ ἀφέντας ἐξελθεῖν μετενεγκεῖν· δεύτερον δὲ τὸ τὴν ἐπικειμένην ζημίαν. οὐκ ἔστι τῶν ῥεόντων ἃ ζητοῦμεν, οὐδὲ γὰρ ἃ πράττεις καθημέραν τῶν ῥεόντων ἐστίν, οὐδέ γε πάσης γνώμης, ἀλλὰ τῆς σῆς μόνης. μὴ οὖν θαυμάσῃς, εἰ πάλαι διδάσκων ἡμᾶς, ὡς κἀν τοῖς ἀμηχάνοις ἰσχύεις, ἀπαιτῇ παρὰ τῶν ἐκεῖνα ὁρώντων ἕτερα ἐκείνοις ἐοικότα. ἀλλ’ ἐννοήσας τε ὅθεν ἡ καταδίκη καὶ τὸ πρᾶγμα μεμψάμενος καὶ τὸ τῆς ζημίας μέγεθος καὶ τιμῶν ἡμᾶς καὶ βοηθῶν ἄρχοντι κατάκρας ἐλαυνομένῳ πρᾶξον, ὃ σοὶ μὲν οἴσει κόσμον ἡμῖν δὲ εὐθυμίαν, τοῖς δὲ ἐκείνου σωτηρίαν.