Ancient Greek · ~4 min
Letter 164
Libanius, Epistulae 1-839 164
Not analysed yet
Εὔνομος οὑτοσὶ καὶ τῶν εὖ γεγονότων καὶ τῶν λέγειν ἐπισταμένων καὶ τῶν ἐπιείκειαν ἠσκηκότων. ἀμειβόμενος δὴ τὸν ἄνδρα παρά τε τὸν Μόδεστον εἰσάγω καὶ πάλιν εἰσάγω παρὰ σὲ διὰ γραμμάτων νομίζων ταύτην ἐκείνης οὐ λείπεσθαι τὴν χάριν. ἦν δὲ ἄρα καὶ μείζω ταύτην ἐκείνης εἰπεῖν, εἰ δὴ καὶ πλείω καὶ συνεχῶς ἔστιν εὖ παθεῖν Εὐνόμῳ παρὰ τῆς σῆς εὐνοίας. ἀλλ’ ὅπως καὶ ἕτερον τιμήσῃς Εὔνομον, τούτου μὲν ἀνεψιόν, ἐμοὶ δὲ ἀδελφοῦ καλλίω. ἡ τοῦτο μὲν αὑτῷ δέ- δωκεν ἐκεῖνος φθάσας τὴν ἐμὴν ἐπιστολήν, καὶ οὐκ ἔμελλες ἀγνοήσειν ἄνδρα τε χρηστὸν καὶ ῥήτορα δεξιόν, τὰ γράμματα δὲ προσθήκην ἐργάσεται τῇ πάλαι γιγνομένῃ τιμῇ. ἀλλὰ κάκείνῳ τίς ἐστιν Εὐδαίμων ἀνεψιός, οὐδὲν εἰς ἐμὲ φαυλό- τερος Εὐνόμου, φαίη δ’ ἂν Εὐδαίμων, ὅτι καὶ προθυμότε- ρος. ἀλλ’ ἔγωγε τοῦτ’ ἀεί ποτε ἐφθεγξάμην ὡς ἐν ἴσῳ, καὶ πολλοὺς αὐτοῖν ἄρχοντας ἀπέφηνα συμμάχους, ὧν οὐδενὶ μετε μέλησε. σὺ δ’ ἐν μὲν τῷ ποιεῖν εὖ τοὺς ἔμπροσθεν μιμή- σῃ, νικήσεις δὲ τοὺς ἔμπροσθεν διὰ τῶν ὑπερβολῶν.