Ancient Greek · ~2 min
Letter 170
Libanius, Epistulae 1-839 170
Not analysed yet
Δεῖταί σου δι’ ἡμῶν Ζηνόβιος ὑπὲρ τοῦ πατρός. ἔστι δὲ ὁ μὲν πατὴρ ἐν Ἐλούσῃ, παρ’ ἡμῖν δὲ ὁ νεανίσκος πρόθυμός τε περὶ τοὺς φίλους καὶ χαλεπὸς ἐχθροῖς. τοῦ δὲ αὐτῷ μετεῖ- ναι παιδείας ἔστω σοι σημεῖον ἡ περὶ τοὺς γονέας φροντίς. ἂν μὲν οὖν ἐπελθόντος ἀκούσῃς, δι’ αὐτὸν τὸν πατέρα τι- μήσεις· ἴως δὲ ἄπεστι κατὰ τοὺς λόγους, ἐμοὶ ταύτην δίδου τὴν χάριν.