Ancient Greek · ~2 min
Letter 171
Libanius, Epistulae 1-839 171
Not analysed yet
Καλῶς ποιεῖς φίλον τέ με νομίζων καὶ ἐπιστέλλων, εἰ καὶ μήπω συνεμίξαμεν, ἐπεὶ καὶ αὐτὸς πάλαι τέ σε φιλῶ διὰ τῶν σῶν μαθητῶν σεσωσμένος καὶ τῇ <σῇ> συμφορᾷ ἐπλήγην, οἷος ὢν οἷα πέπονθας, τήν τε Τύχην ἱκέτευσα πολ- λάκις σπείσασθαί σοι καὶ καταστῆσαι πάλιν εἰς τὰ εἰωθότα. ἡ δέ, ὡς ἔοικε, πείθεταί τε καὶ διαλλάττεται· τοιοῦτος ἥκει λόγος περὶ τῆς ὅλης σκευωρίας ὡς αὐτίκα δέχεται λύσιν. τῇ τε οὖν ἐλπίδι κουφίζου καὶ προσδέχου τὸ ἔργον. ὁ δὲ δοὺς ἡμῖν τὰς ἐπιστολὰς βραδέως τε ὡμολόγησεν ἥκειν καὶ ἐμέμφε- το τοὺς τοὺς ἀνέμους μέμφου δὴ καὶ αὐτὸς ἀντὶ τῶν τοὺς ἀνέμους.