Ancient Greek · ~3 min
Letter 179
Libanius, Epistulae 1-839 179
Not analysed yet
Νῦν ἡμῖν ἀκριβῶς ἀποδημεῖς, ὅτε καὶ τὸν τὰ σὰ μι- μούμενον ἔχεις λαβών. τὰ γὰρ δὴ σὰ πολλοὶ μὲν ἐπαινοῦσι, μόνος δὲ ὁ καλὸς Παλλάδιος πρὸς τῷ θαυμάζειν καὶ μέτεισιν, ὥστε οὐ δοκεῖς ἐκλελοιπέναι τὴν τοῦ συναγορεύειν χώραν τῶν τοῦδε φαινομένων λόγων. οὕτως οὗτος ἀντὶ σοῦ τοῖς δεομέ- νοις γίγνεται. ἀλλὰ κἀκεῖνο μέντοι μιμουμένου τὸ χαίρειν τε ἡμῖν, ὥσπερ καὶ σύ, καὶ συμπράττειν ἡμῖν οἷα σύ. καὶ γέγονε δή μοι μετὰ λύπης τὸ κέρδος. ἐν γὰρ τῷ φιλεῖν ἔχειν οἴων ἀπεστερούμην οὐκ ἔχων μανθάνω. σὺ δ’ αὐτὸν μὴ καθ’ Ὅμηρον ἐθέλοντα πέμπειν, οὐ γὰρ ἔστιν ὅτε πέμψεις, οὐ γὰρ ἐθελήσει, ἀλλὰ καὶ ἄκοντα κινεῖν, ὡς οὐ μικρὸν ἐμοὶ σοῦ γε ἀφεστάναι διὰ τὴν ἀρχήν.