Ancient Greek · ~2 min
Letter 180
Libanius, Epistulae 1-839 180
Not analysed yet
Ἀλλ’ εἰ καὶ ἀπόντος ἠμέλεις τοῦ τῆς γυναικὸς ἀδελφοῦ τά τε ἄλλα καὶ οὐδὲ ἐπιστείλας, νῦν γε ἃ πρὸς τοὺς τοιού- τοὺς ποιεῖν ἄξιον ποίει. ἴσως μὲν γὰρ καὶ τοῖς ἦττον ἀγαθοῖς προσεκτέον διὰ τὴν ἀνάγκην τῆς κηδείας, ὁδὶ δὲ ὑμᾶς, ἵνα μηδὲν εἴπω μέγα, καίτοι γε ἐξῆν, οὐκ ἂν καταισχύνοι. ἀκού- ων δέ σοι κράτος εἶναι ἐν τῷ βουλευτηρίῳ μᾶλλον ἀπὸ τοῦ λέγειν ἢ τῶν ἀναλωμάτων χαίρω μέν, ὅτι κρατεῖς, ὅτι δὲ οὐ καὶ αὐτὸς ἡμῖν ταῦτα μηνύεις, ἄχθομαι. καὶ γὰρ τὰς τῶν Ὀλυμπιονικῶν νίκας ἥδιον παρ’ αὐτῶν ἀκούειν τῶν ἐστεφα- νωμένων.