Ancient Greek · ~5 min
Letter 182
Libanius, Epistulae 1-839 182
Not analysed yet
Οὐκ ἦμεν ἡμῶν αὐτῶν, ὅτε ἡμῖν ἐπεδήμεις, ἀλλ’ ὁ και- ρὸς ἐκεῖνος τεθορυβημένους ἤλαυνε τὰ μέγιστα καὶ κάλλιστα καἰ τιμιώτατα τὰ μὲν ἤδη παραιρούμενος, περὶ δὲ τῶν τὸν ἴσον ἐπιφέρων φόβον. ἀλλ᾿ οὐδὲ νῦν γε ἐν τοῖς εἰωθόσιν ἐσμέν, εἰ καὶ δοκοῦμεν· τὸ γὰρ ὀδύρεσθαι καὶ στένειν οὐκ ἦν τῶν εἰωθότων, ἡμεῖς δὲ ἐν τούτοις. διαφέρει δὲ τοσοῦ- τον, ὅσον νῦν μὲν τοῖς φίλοις ὁμιλοῦντες τοῦτο ποιοῦμεν, τότε δὲ οὐδὲ ὁμιλεῖν ἐξῆν. εἰ οὖν τι παρώφθη τῶν πρὸς σὲ καὶ οὐ προσειπὼν ἀπεδήμησα, τοῦ πνεύματος τοῦτο τίθει τοῦ τότε βιαζομένου πάντως. ἤδη δὲ καὶ πλωτῆρες ἄκραν ἱερὸν ἔχουσαν, οὗ θύειν εἰώθεσαν, παρέπλευσαν οὐκ ἀποβάν- τες κωλυούσης αἰγίδος. πρὸς μὲν οὖν ἄλλον πολλῶν ἂν ἐδέησέ μοι λόγων δεικνύναι πειρωμένῳ καιροῦ δύναμιν, σὺ δὲ μυρία μὲν ἐν πλάσμασιν, οὐκ ὀλίγα δὲ ἐπ’ αὐτῆς τῆς ἀλη- θείας τοιαῦτα φιλοσοφεῖς, διδάσκοις δ’ ἂν μᾶλλον ἢ περὶ και- ροῦ μανθάνοις. διόπερ σοι τὴν ὡς ἐδόκουν ῥᾳθυμεῖν ἀπολο- γίαν ἀφίημι, κἂν ἐγκαλῇ τις, λύε περὶ δὲ τοῦ νεανίσκου τοῦδε τοῦ σοῦ πολίτου τί ἄν σε παρακαλοίην; καὶ γὰρ ὧν ἐστι καὶ οἷός ἐστιν οἶσθα καὶ ταῦτα εἰδὼς οὐκ ἀνέξῃ πλείω παρ’ ἄλλου τὸν ἑταῖρον εὖ παθεῖν.