Ancient Greek · ~1 min
Letter 209
Libanius, Epistulae 1-839 209
Not analysed yet
Δόγμα νενίκηκε παρ’ ἡμῖν τὸ παρ’ ὑμῖν καλὸν καὶ τῇδε φυτεῦσαι, νόμων μάθησιν. τὸν μὲν οὖν ἄριστον ζητῶν σὲ τοῦ- τον εὑρίσκω, τὸ δ’ ἄκοντα ἀναστῆσαι νομίζων οὐκ εὐσεβὲς βουλῆς ἀφίημι κύριον ἐπιθυμῶν μὲν ἔχειν, ἕλκειν δὲ οὐκ ἀξιῶν. φράζε δὴ τὸ δοκοῦν καὶ φράσαις γε ὅ βούλομαι. νικῶντος δὲ θατέρου τίνα καλοῦντες οὐκ ἂν ἁμάρτοιεν μήνυε.