Ancient Greek · ~4 min
Letter 210
Libanius, Epistulae 1-839 210
Not analysed yet
Τί τοῦτο νομίσαι χρή; πότερον ἀλογίαν ἢ δυστυχίαν ἢ πέρας αἰνίγματος; Ἀντωνῖνος ἐκεῖνος ὁ τῶν πατρῴων τοῖς ὡς εὐπορεῖ λέγουσιν ἀποστάς, μᾶλλον δὲ τοῦ μηδενὸς αὐτοῖς ἀπο- στάς, οὐ γὰρ ἦν οὐδέν, αὖθις ἠνάγκασται σιτηγεῖν. καὶ σὺ ταῦτα γράψαι ὑπέμεινας οὐκ ἐνθυμηθεὶς ὅτι τοῖς σαυτοῦ μάχῃ; τοιγαροῦν ὁ μὲν φεύγει τοῦ τὴν μητέρα ὁρᾶν ἐστε- ρημένος, τουτὶ γὰρ ἦν αὐτῷ πλέον οἴκοι μόνον, ὡς τά γε ἄλλα οὐδὲν ἀμείνων ἡ πατρὶς τῆς ἀλλοτρίας, Οἰδίπουν δὲ περιιόν τες ζητοῦμεν, ὅστις ἡμᾶς τῆς ἀπορίας ἀπαλλάξει. ἀλλὰ γὰρ οὐδὲν Οἰδίπου δεῖ τοῖς παροῦσιν οὐδέ γε Τειρεσίου. ἀλλ’ ἡμάρ- τομεν ἡμεῖς, ἡμάρτομεν οὐ δεηθέντες τοῦ τὰ τοιαῦτα στρέφον- τος, ὃς τὸν μὲν ἔλυσε, τὸν δὲ ἐνέδησε. τοῦ γὰρ κράτος ἐστὶ μέγιστον. ἀλλ᾿ ἐπεὶ ἀασάμην, ἄνθρωπον ἱκε- τεύω διὰ σοῦ. καίτοι τοῦτο μεῖζον ἢ ὁ τότε πορευόμενος Αἴας ἐπὶ τὰς διαλλαγάς. ἀλλ’ εἰξάτω καὶ μὴ φιλονεικείτω. πάν- τως, κἂν μὴ τοῦτο τοῖς αὑτοῦ φίλοις ὑπουργήσῃ, πολλαχόθεν ἄλλοθεν χαριεῖται· πάρεστι γάρ.