Ancient Greek · ~3 min
Letter 212
Libanius, Epistulae 1-839 212
Not analysed yet
Οὔθ᾿ ὅσον σε πλῆθος περιέστηκε πραγμάτων ἀγνοοῦμεν οὔθ’ ὅτι αὐτῶν κρείττων καὶ γέγονας καὶ γίγνῃ. ἀλλὰ καὶ τὴν δίκην ἣν ἔδοσαν οἱ ἥκοντες ἐπὶ τὴν καταδίκην ἧκέ τις ἀγγέλλων. ὥστε σοι συγχαίρομεν οὐ μόνον τοῦ μετ’ ἀρετῆς ἄρχειν, ἀλλὰ καὶ τῆς τιμῆς ᾗ τετίμησαι παρὰ τῶν δυνατῶν. Ἀγιανὸς δὲ εἰδώς, ὡς εἴχομεν πρὸς ἀλλήλους, ἐνόμιζεν, εἰ μὴ κομίζοι γράμματα, ἀμφοτέρους ἀδικήσειν, τόν τε οὐκ ἐπι- στείλαντα τόν τε οὐ λαβόντα. καὶ διὰ τοῦτο ἧκεν ἡμῖν ἐπι- στολὰς αἰτῶν καί με εὔφρανεν οὐχ οἷς ἐτάχθη διοικεῖν ἡδό- μενος, ἀλλ’ ὅτι σοὶ συνέσται. δοκεῖ δέ μοι μηδ’ ἂν δέξασθαι τὴν διοίκησιν, εἰ μὴ τούτῳ εἵλκετο τῷ θαλλῷ. τὸν δὴ καὶ πάλαι φίλον καὶ νῦν ἐν τῇ σῇ νηὶ πλεῖν ἑλόμενον ἐλπίς ἐστι μετ’ εὐθυμίας ἀνύσειν τὸν πλοῦν.