Ancient Greek
Letter 211
Libanius, Epistulae 1-839 211
Not analysed yet
Ἐγὼ τὸν σὸν οἶκον ὠφελήσας μὲν οἶδα τὰ μέγιστα, ἑ δὴ τὸ τοὺς υἱεῖς σοι κτήσασθαι ῥητορικῆς οὐ μικρὸν καὶ ταῦτω ἐν μικρῷ χρόνῳ μέγα κέρδος οἴκῳ τῷ σῷ, τοῦ δὲ ἀδίκησα τοσοῦτον ἀπέσχον, ὥστε καὶ ᾧ λήψονται παρὰ τοῦ λελυπηκό- τος οἱ νέοι δίκην ἱκανὴν ἐδίδαξα. σὺ δ’ ἐμὲ ἠδίκηκας σαυ- τὸν πείσας ὅτι σὲ ἠδίκηκα. τουτὶ γὰρ ἴσον τῷ νομίζειν ὡς ἄρα ἐγὼ πονηρὸς μὲν εἰς ἀδελφούς, πονηρὸς δὲ εἰς παῖδας. μελέτα δὴ τὴν ὑπὲρ τούτων ἀπολογίαν, δεῖ δέ σοι πάνυ τινὸς μεμεριμνημένης, εἰ μέλλεις μὴ κατακλυσθήσεσθαι. μᾶλλον δὲ ὃ δράσεις οἶδα· αὐτὸς μὲν ἡσυχάσεις, τοὺς υἱεῖς δὲ κελεύ- σεις ἐργάσασθαί σοι λόγον. τοῦτο ἔστιν ᾧ με νικήσεις μόνῳ.