Ancient Greek · ~3 min
Letter 222
Libanius, Epistulae 1-839 222
Not analysed yet
Ἄλλῳ μὲν ἄρχοντι μὴ ἐπιστέλλοντι τοῖς φίλοις συγγνοίην ἄν, ἐπικλύζονται γὰρ ὑπὸ τοῦ πλήθους τῶν πραγμάτων, σὺ δέ, κρείττω γὰρ ἔχεις φύσιν ἢ τοῦτο παθεῖν, οὐκ ἔστιν ὅπως ἂν ἀποφύγοις τὴν αἰτίαν. ἀλλὰ περὶ μὲν τῶν ἐπιστολῶν βουλεύσῃ καὶ ἴσως ἐπιστελεῖς κωλύων μὴ μείζω σοι γενέσθαι τὰ ἐγκλήματα, τὸν φέροντα δὲ τὴν ἐπιστολὴν εἰ δεῖ τι παρὰ σοῦ παθεῖν ἀγαθόν, μὴ βουλεύσῃ· δεῖ γὰρ τοῦτο εὐθὺς κε- κρίσθαι, τὸ δεῖν αὐτὸν εὖ παθεῖν. τῶν τε γὰρ περὶ τὸν ὕπαρχον ῥητόρων οὐδενὸς ὕστερος τῇ τε τῶν τρόπων ἐπιεικείᾳ πρῶτος ἁπάντων ἐμέ τε οὕτω φιλεῖ καὶ χαίρει τιμῶν, ὡς ἄν τις ἕτερος τιμώμενος. ὅπως οὖν ἐπὶ δυοῖν ἀγκύραιν ὁρμεῖν ἔχη, μὴ σαυτὸν δίδου μόνον, ἀλλὰ καὶ τὸν ἄριστον Ἰουλιανὸν σαυτῷ ποίει παραπλήσιον. πάντως ἀρκεῖ σοι γράμμα περὶ τοῦ νεανίσκου καὶ γέγονεν εὐμενής.