Ancient Greek · ~4 min
Letter 223
Libanius, Epistulae 1-839 223
Not analysed yet
Ἆρ’ ἡμῶν ἐπιλέλησαι; ἡμᾶς μὲν γὰρ οὐκ ἐᾷ τοῦτο πα- θεῖν ἡ Φοινίκη τὴν σὴν ἀρχὴν ὕμνοις ἀθανάτοις τιμῶσα. ῥει δὲ καὶ ἀπὸ τῆς ὑμετέρας Ἀσίας τῶν ἔργων λόγος βεβαιῶν τὰς προσδοκίας. οὐδὲν γὰρ οὕτω μέγα τῶν ἀγγελλομένων ὄντων ἁπάντων μεγάλων ὥστ’ εἶναι κρεῖττον ἐλπίδος. ἡμεῖς δὲ διά τε τὴν συγγένειαν τὴν πρὸς τοὺς Ἴωνας χαίρομεν καὶ ὅτι σὲ εἰκὸς ὁδῷ χωροῦντα αὐτῶν τε ἐκείνων καὶ τῶν τῇδε μετὰ μείζονος ἄρξειν τοῦ σχήματος. τούτων μὲν οὖν θεῷ μελή- σει, χάριν δὲ οὐκ ᾔτησέ με μᾶλλον ἢ δέδωκεν Ἀνδραγάθιος οὑτοσὶ δεηθεὶς λαβεῖν ἐπιστολήν. οὐ γὰρ μᾶλλον ἐκεῖνος ἡδί- ων ἔσται τῆς σῆς ἀπολαύων ῥοπῆς ἢ αὐτὸς ὅτι σὲ προσειπεῖν εἶχον ἡδόμην. τρία δή σοι τὸν νεανίσκον συνίστησιν, ἥ τε τοῦ λέγειν δύναμις, ἣν ἐν τοῖς ὑπάρχοις ἔδειξεν, ἥ τε ἐπιεί- κεια τῶν τρόπων, ἣν οὐκ ἔφθη τις συμμίξας καὶ οὐκ ἔγνω, τό θ’ ἡμῖν ἐπιτηδείως ἔχειν καὶ ταύτῃ γε νικᾶν τοὺς ἡμῖν ἐκ παιδὸς γνωρίμους.