Ancient Greek · ~2 min
Letter 227
Libanius, Epistulae 1-839 227
Not analysed yet
Πάλιν ἐγώ σοι τὰ εἰωθότα δῶρα πέμπω, χρηστὸν ἄνδρα συκογαντούμενον χρῄζοντα βοηθείας, σὺ δὲ αὐτὸν καὶ δέξῃ πρᾴως καὶ παύσεις τεταραγμένον καὶ δείξεις τῶν ἐχθρῶν ἐπὶ τοῦ ἀγῶνος κρείττονα. μάντιν δέ με πεποίηκας δυοῖν, οἷς τε ἀεὶ προαιρῇ τῷ τε ἔχειν προστιθέναι τὰ ἔργα. οἰήσῃ μὲν οὖν ἐμοὶ χαρίζεσθαι μόνῳ, λήψεται δὲ τὴν χάριν ἅπας ὅτῳ διὰ λόγων ἡ δόξα.