Ancient Greek · ~1 min
Letter 228
Libanius, Epistulae 1-839 228
Not analysed yet
Αἰγύπτιος ἐκ τῆς Μέμφιδος αὐτῆς Ἡρακλείδης οὑτοσὶ φέρων τε ἡμῖν παρὰ τῶν ἐν Αἰγύπτῳ γράμματα φίλων παρ’ ἡμῶν τε πρὸς ὑμᾶς ἀξιώσας λαβεῖν. ἐπεὶ δὲ σοῦ πρῶτον μνησθεὶς ἑτέρους προσέθηκεν, οὐδέν, ἔφην, σε δεῖ μετὰ Ἡρακλέα τῆς συκίνης ἐπικουρίας. ὅπως οὖν τῷ Ἡρακλείδῃ δείξεις τὸν Ἡρακλέα.