Ancient Greek · ~2 min
Letter 229
Libanius, Epistulae 1-839 229
Not analysed yet
Τὸ μὲν ὠφελεῖν τοὺς παρ’ ἡμῶν ὡς σὲ ἰόντας καὶ χρη- στοῦ καὶ φίλου, τὸ δὲ χαίροντας ἄνευ γραμμάτων ἀποπέμπειν οὐ κηδομένου φίλου, πάντως δὲ ἀργοῦ. δεῖ δέ σε κατ’ ἄμφω γράφειν, καὶ βοηθοῦντα καὶ μή, ἕνα νῦν μὲν μὴ τὸ μεῖζον δι- δοὺς φθονῇς τοῦ δευτέρου, νῦν δὲ ἀντὶ τοῦ μείζονος παραμυ- θῆται τὸ δεύτερον. ἀλλ’ Ἡρακλείδης οὑτοσὶ καὶ τυγχανέτω προνοίας καὶ κομιζέτω γράμματα. δίκαιος δὲ εἶ συλλαβεῖν ἀνδρὶ φίλῳ Καβειρίου. Καβείριος δὲ οἷς ἐκήδευσεν οἶσθα. εἰ δὲ καὶ μισθὸν τελέσαι δεῖ, πολλὰ ἄν σοι διηγήσαιτο περὶ τοῦ Νείλου. καὶ τί ἂν μεῖζον Ἀμμιανὸς ζητοίη;