Ancient Greek · ~2 min
Letter 258
Libanius, Epistulae 1-839 258
Not analysed yet
Ἀλλ᾿ αὐτά γε ἑορτὴ τὰ σὰ γράμματα καὶ πᾶν ὅ τι περ ἂν ἀφικνῆται παρὰ σοῦ. καλῶς δὲ ἐποίησας καιρὸν τοῖς ξενίοις εὑρών· νῦν μὲν γὰρ ἡμῖν ὡς ἀληθῶς ἔπεμψας, τότε δ’ ἂν εἰς τὰς χεῖρας τῶν ἁρπάζειν βλεπόντων. ὁ μὲν οὖν Εὐφήμιος ἐπειδὰν ἔλθῃ, δώσει τὰς ἀποκρίσεις. νῦν μὲν γὰρ ὡς τὸν ὡς σιλέα θήρᾳ τερπόμενον ἔδραμε καλούμενος. ὑπὲρ δὲ τοῦ σίτου πάντα μὲν οἶμαι κινήσειν τὸν χρηστὸν Ὀλύμπιον, πρά- ξειν δὲ ἢ οὐδὲν ἢ μικρόν, οὐ πολύ τι βέλτιον τοῦ μηδενός. τὸ δὲ αἴτιον, ὁ τοῦ δοῦναι κύριος ὀμώμοκε πολεμήσειν ταῖς Μούσαις.