Ancient Greek · ~1 min
Letter 259
Libanius, Epistulae 1-839 259
Not analysed yet
Συκοφάντην σε τὸ ἐρᾶν πεποίηκε καὶ πάντας πλὴν ἐμοῦ νομίζεις οὐδέν. ἔστι δὲ ὁμοίως ἄτοπον καὶ φαύλους ἐπαινεῖν καὶ μὴ θαυμάζειν τοὺς ἀγαθούς. Ἀκάκιον δὲ μὴ νομίζων ἴνα τῶν περὶ τὸν Ἑρμῆν ἐμέ τε λυπεῖς καὶ πρὸ ἐμοῦ τὸν θεόν οὔκουν ἐκβαλοῦμεν ἅττα ἔχει μαθὼν παρ’ ἐκείνου Φιλόπα- τρις, ἀλλ’ ἐποικοδομεῖν πειρασόμεθα καὶ δέξεται λόγους τοῖς ἔμπροσθεν ἀδελφούς.