Ancient Greek · ~3 min
Letter 264
Libanius, Epistulae 1-839 264
Not analysed yet
Ἔοικάς τι λελυπηκέναι τὸν ἑταῖρον ἡμῖν Ἀσκληπιόν. οὐ γὰρ ἄν με ταῖς ἐσχάταις ἀνάγκαις ἐβιάζετο γράφειν, εἰ μή τι- νος αὐτῷ δίκην ὤφειλες ἢ μείζονος ἢ ἐλάττονος. ἐγὼ δὲ πολλὰ μὲν ἐδεήθην αὐτοῦ μὴ τοιαῦτά σοι φέρειν, ἐξ ὧν ἀνιά- σει, τεκμαίρομαι τεκμαίρομαι δὲ σοὶ προσίστασθαι τὰ ἡμέτερα τῷ ἡμὶν ἐκεῖθεν ἐλθεῖν. ὅτι γὰρ οὐ πάνυ Μελιτίδης, αἰσθάνεται τῆς μεταβολῆς. διὰ μὲν δὴ ταῦτα παρῄνουν ἐμαυτῷ σιγᾶν καί μοι μετέμελε τῶν ἔμπροσθεν ἐπεσταλμένων, πάντως δὲ ἔξ- εστί μοι καὶ μὴ γράφοντι φιλεῖν. ἐπεὶ δὲ ἄγχων Ἀσκλη- πιὸς καὶ φάσκων οὐδ’ ἄν, εἴ τι γένοιτο, ἀφήσειν ἐνέβαλεν εἰς τὴν ἐπιστολήν, ποίησον ὃ τὸν δίκαιον εἰκός. εἰ δέ τις ἀηδία γένοιτο διὰ τῶν γραμμάτων, ἀφεὶς τοὺς κήρυκας αἰτιῶ τὸν Ἀγαμέμνονα.