Ancient Greek · ~3 min
Letter 263
Libanius, Epistulae 1-839 263
Not analysed yet
Διατριβαὶ μὲν ἡμῖν ἐπὶ λόγοις οἷαίπερ πρότερον, οὐ μέν- τοι γε ἡδοναὶ ταῖς ἔμπροσθεν παραπλήσιαι. τοσούτων γάρ μοι καὶ τοιούτων καὶ φίλων καὶ συγγενῶν οἰχομένων ἡ λύπη κρα- τεῖ καὶ τέρψις οὐδαμόθεν, ὥστ’ εἰ μὴ λίαν ᾐσχυνόμην, παραι- τησάμενος ἂν τὰς Μούσας μὴ χαλεπαίνειν λιπὼν ἂν τὴν τά- ξιν ἐγεώργουν. ἀλλὰ ταῦτα μέν, ὅπῃ τῷ θεῷ δοκεῖ, χω- ρείτω· τῶν δ’ ἡμὶν πεποιημένων τὰ μὲν ἔχεις, τὰ δὲ οὐκ ἔχων ζητεῖς. δεῖ δή σε φράζειν, ὁπόσα ἔχεις. οὕτω γὰρ ἃ δεῖσε λα- βεῖν διδάξεις. οὐ γὰρ ἄξιον ἡμῖν κόπτεσθαι τηνάλλως τοὺς βιβλιογράφους. μήνυε δὴ καὶ τόν τε Θεόφιλον ἐνεργὸν εὑρή- σεις ἡμᾶς τέ σοι χαρίζεσθαι βουλομένους