Ancient Greek · ~2 min
Letter 28
Libanius, Epistulae 1-839 28
Not analysed yet
Τί τῆς σιγῆς ἔχεις αἰτιᾶσθαι; βραδυτῆτα νοῦ; καὶ τίς ὀξύτερος; ἀλλ’ ἔνδειαν λέξεως; ὁ σαφῶς οὕτω περὶ τῶν μεγά- 5 λῶν διδάσκων; πόθεν οὖν ἄφωνος; οὐ λέγεις οὐκοῦν ἀκούσῃ. τῶν τροφῶν ἡμῖν περικόψας αἰσχύνῃ καὶ διαζεύξας τῶν πυ- ρῶν τὰς κριθὰς τοὺς ἵππους ἠδικηκὼς οὐκ ἔχεις ὅ τι εἴπῃς. ἀλλά σοι λύω τὸν φόβον τὸ τοῦ Ἀχιλλέως εἰπών· οὐ σὺ τοῦτο λυπεῖς, ἀλλ’ Ἀγαμέμνων. ὥστε θαρρῶν ἴθι καὶ 10 γράφε