Ancient Greek · ~3 min
Letter 27
Libanius, Epistulae 1-839 27
Not analysed yet
Οὐκ ἐπὶ μικρῷ γε πεποίησαι τὴν ὀδόν, ἀλλ’ ὑπὲρ ἀν- δρός, ὃν ὅπως ἴδοις, ἐπ’ αὐτὸν ἐλθεῖν ὠκεανὸν ἦν ἄν σοι καλόν. ὅτι δὲ ἔμελλες πανταχοῦ ἡμῶν μεμνήσεσθαι καὶ σὺν ἐπαίνοις, οὐκ ἠγνόουν· τοῖς μὲν γὰρ ἄλλοις ἥδιστον εὐφη- μιῶν τυγχάνειν, σοὶ δὲ εἰς ἐμὲ χρῆσθαι. τοὺς δὲ ἄνδρας, οἷς διειλέχθαι λέγεις, πρὶν ἂν πείσῃς μισεῖν τοὺς κόλακας. οὐδέποτε πείσεις ἡμᾶς φιλεῖν· πάνυ γὰρ ἀμαθῶς ἔχω τοῦ πράγματος, ἕτεροι δὲ ἀριστεύουσι. Παγκράτιον δὲ οὔπω μὶν εἶδον, ἀγαθὸν δὲ ἡγοῦμαι καὶ γράψαι πρότερον ἀξιῶ τῷ μὲν γὰρ οὐδὲν αἰσχρόν, ἐμοὶ δὲ ἴσως, εἰ δόξαιμι δι’ ἐπιστολῆς ἐπὶ προφάσει τοῦ προσειπεῖν μαθητὰς αἰτεῖν.