Ancient Greek
Letter 291
Libanius, Epistulae 1-839 291
Not analysed yet
Ὅτε σὺ τὴν ἀρχὴν Αἰγυπτίων ἐδέχου, τότε ἐγὼ τοῦ περὶ τῶν φίλων σοι γράφειν ἀνάγκην. ἐκεῖνοί τε γὰρ ἔμελλον αἰτή- σειν ἐπιστολὰς ἐμοί τε οὐκ ἂν ἦν μὴ διδόντι λόγος. πρῶ- τος δὴ τῶν αἰτούντων καὶ φερόντων Ἡρακλείδης γίγνεται, πρᾷος ἀνήρ, λέγειν εἰδώς, ἐπιτήδειος ἐμοί, Μέμφιδι κόσμος. δεῖξον δή μοι τοῖς περὶ τοῦτον ἔργοις εἴτε δεῖ τὰ τοιαῦτα ἐπαγγέλλειν εἴτε μή.