Ancient Greek · ~2 min
Letter 292
Libanius, Epistulae 1-839 292
Not analysed yet
Σοῦ δὲ οὐκ ἂν δεηθείην εὖ ποιεῖν Ἡρακλείδην, ἀλλ’ ἐπιτάττω. δοκεῖς γάρ μοι τοῦθ’ ἥδιον ἢ τὰς δεήσεις δέχεσθαι. τὸ δὲ αἴτιον, οἶσθα φιλεῖν οὐχ ἧττον ἢ ἄρχειν. ἔτυχε δ’ ἄν τινος ἀγαθοῦ παρὰ σοῦ καὶ γραμμάτων ἄνευ, εἰ παραστάς σοι τοῦτ’ ἐποίησεν, ὅπερ εἴωθεν. εἴωθε δὲ ἐπαινεῖν ἐμὲ καὶ λήψῃ πεῖραν τοῦ πράγματος. ἀμφοτέρων οὖν εἴνεκα, καὶ τῶν ἐπαίνων καὶ τῶν γραμμάτων, μᾶλλον δέ, καὶ τούτων ἕνεκα καὶ τῶν λόγων, οὓς ἔχει, καὶ ἔτι τιμῶν τὴν Μέμφιν μικρὰ τῶν ἄλλων ἔα δεῖσθαι τὸν ἄνδρα.