Ancient Greek · ~1 min
Letter 296
Libanius, Epistulae 1-839 296
Not analysed yet
σϥς. Κυρίλλῳ. (360/61) Ἴσμεν ὅσα τὸν Ἀλέξανδρον εὖ ἐποίησας· οὐ γὰρ ἔκρυψεν ὁ εὖ παθών. ἥσθην οὖν, ὅτι τε ὠφέληται καὶ ὅτι χρηστός ἐστιν ὁμολογῶν τὴν χάριν. τὸν δὴ τοιοῦτον τῶν αὐτῶν εἰκὸς διὰ τέλους τυγχάνειν· λαβὼν γὰρ οἶδεν ὡς ἔλαβε λέγειν.