Ancient Greek · ~2 min
Letter 305
Libanius, Epistulae 1-839 305
Not analysed yet
Ἓν αἰτοῦντι δύο πέπομφας. τί τοῦτο; πότερον ὑπὸ τοῦ παιδὸς ἐξηπατήθης, ὅτι δεοίμην δυοῖν, ἢ διδάξαι τὸν υἱὸν ἐθέλων ὧν αἰτηθείη διδόναι πλείω δύο ἔπεμψας ἀνθ’ ἑνός; ἀλλ’ εἴτε ἐκεῖνος ἠπάτησε, φιλολόγου τὸ πάθος, εἴτε σὸν ἡ προσθήκη, πατρὸς ἡ νουθεσία. τὸν δὲ ἄργυρον ὃν τοῖς ἄκροις περιήλασας ἐμεμψάμην. οὔτε γὰρ ἐπ’ ἀγορᾶς χρησαί- μην ἂν τοῖς ὧδε κεκαλλωπισμένοις ἀποκοσμῆσαί τε τὰ παρὰ σοῦ δῶρα δίκαιον οὐκ ἐδόκει. μένει τοίνυν εἴσω θυρῶν. παρακλήσεις δὲ πρὸς ἡμᾶς ὑπὲρ Εὐσεβίου ποιούμενος καὶ παρ’ ἡμῶν ἴσως αὐτὸς ἀξιώσεις ὑπὲρ αὐτοῦ δέχεσθαι. εἰ δ ἐκεῖνο λόγον οὐ ἂν ἔχοι, μηδὲ τοῦτο νόμιζε.