Ancient Greek · ~1 min
Letter 304
Libanius, Epistulae 1-839 304
Not analysed yet
Οὐδὲ νῦν ὑμᾶς ἄλλο τι νομίζω δρᾶν ἢ παιδεύεσθαι, παιδεύεσθαι δέ, ὅπερ μέγιστον ἐν ἀνθρώποις, ἄρχειν εἰδέναι. παιδεύει δὲ παῖδας πατήρ, ὅπερ ἥδιστον, οὐ λόγους περὶ τοῦ πράγματος λέγων, ἀλλ’ ἐν οἷς ἐργάζεται διδάσκων ἄρχειν. ἐκεῖνά τε οὖν μανθάνετε καὶ ἡμῶν μέμνησθε καὶ Μάγνῳ πληροῦτε τι ἐλπίδας.