Ancient Greek · ~2 min
Letter 31
Libanius, Epistulae 1-839 31
Not analysed yet
ἐπειδὴ παρὰ τὴν ἀρχὴν ἐγένου τοῖς Γαλάταις ὁ Ῥαδά- μανθυς, καὶ πεπαυμένῳ τῆς ἀρχῆς μέλει σοι Γαλατῶν ὅθεν οἱ μὶν δεῦρο βαδίζοντες παρὰ σοὶ καταλύουσι, σὺ δὲ δι’ ὅσων ἔξεστιν εὗ ποιεῖς. εἰ δὲ μὴ οὕτως εἶχε πρᾶγμα, μισεῖν τε ἦν ἀνάγκη καὶ μισεῖσθαι. τὸ δὲ πέμποντα παῖδας ἑτέρων τοὺς σαυτοῦ μέλλειν, οὕτω γὰρ ἄμεινον λέγειν, τῷ μὴ δεδυνῆσθαι λογίζομαι· ὡς ἥ γε γνώμη καἰ σφόδρα ἐπιθυμοῦντος. ἐπι- θυμεῖν δέ μοι φαίνονται Λαὶ οἱ νέοι. μαρτυρεῖ δὲ τά τε γράμ- ματα καὶ τὸ παραινεῖν ἄλλοις ὡς ἡμᾶς καταίρειν. ἃ γὰρ ἄλλοις συμβουλεύουσι. καὶ αὑτοὺς δήπου πεπείκασιν. . . .