Ancient Greek · ~3 min
Letter 32
Libanius, Epistulae 1-839 32
Not analysed yet
Εἰληφέναι σου γράμματα νομίζω καὶ μὴ λαβών. ἐν γὰρ τὼ λῦσαι τὴν πρὸς τὸν υἱὸν οὐ δικαίαι ὀργὴν καἰ ἐπαινέσαι ταῦτα οἷς τέως ἐπετίμας δῆλον ἐποίεις, ὡς ἥδιστ’ ἂν ἐπιστεί- λας οὐ θαρροίης. ἀλλ’, ὠγαθέ. καὶ θέλε θαρρεῖν καὶ ἐπιστέλ- λειν. τῶν δὲ ἀηδῶν ἐκείνων οἱ τὰ καλά σοι γράμματα πε- πομφότες ἔχουσι τὴν αἰτίαν, μᾶλλον δέ, κἀκείνους ἀφίησιν αἰτίας τὸ παρ’ ἄλλων ἐξηπατῆσθαι. τὴν γὰρ τοῦ φενακισμοῦ πηγὴν οὐκ ἀγνοοῦμεν· ἣν ἐλεεῖν ἄμεινον ἢ μισεῖν. βλέπων δὲ εῖς τε τὴν φύσιν τοῦ σοῦ παιδὸς καὶ τὸ χαίρειν τοῖς πό- νοις τὴν παροιμίαν ᾄδω λέγουσαν· αὐτίκα φυτὰ δῆλα, ἃ μέλλει κάρπιμ᾿ ἔσεσθαι. καὶ πλείω διῆλθον ἄν, εἰ μὴ ᾔδειν ἐραστὴς ἐπαινεσόμενος, ἐν ᾧ καὶ τὸ ἀληθέστατον ἀπιστίαν ἐφέλκεται.