Ancient Greek · ~2 min
Letter 322
Libanius, Epistulae 1-839 322
Not analysed yet
Βοηθὸς ὁ παρ’ ἡμῖν ἔφησεν αὑτοῦ τὸν πατέρα Βοη- θὸν βοηθείας παρὰ σοῦ τυχεῖν. καὶ ᾔδειν γε ὅτι τοῦθ οὕτως ἕξει· τῷ θείῳ γὰρ ἔμελλες δώσειν τὴν χάριν. εἰ δὲ ἐμοί τι τοῦ πράγματος ᾔδεις μέλον, ἀπωλώλει ἂν ὁ νῦν εὐδαίμων Βοηθός· τοσαύτῃ σπουδῇ κέχρησαι μὴ ποιεῖν ἃ βουλοίμην ἂν γενέσθαι. ἀλλὰ καὶ νῦν ἴσθι μοι κεχαρισμένος ἐν τῷ δοῦναι 5 τῷ θείῳ τὴν χάριν, ὥσθ’ ὥρα σοι τὸν Βοηθὸν ἐκβάλλειν τοῦ σχήματος, ὃ δεδωκὼς τυγχάνεις, ἐπειδὴ τὸ τῷ θείῳ σε κεχαρί- σθαι χάριν ἐμοὶ φέρει.