Ancient Greek
Letter 323
Libanius, Epistulae 1-839 323
Not analysed yet
Ἤση σε ἔχειν ἡγοῦμαι τὸ ὡς ταχέως ἥξεις ἀκούσας καὶ συγχαίρω τῷ τε βασιλεῖ τοῦ σοῦ τάχους σοί τε τῶν πτερῶν, ἃ κέκτησαι τοῦτο μὲν ἐν τοῖς λόγοις, τοῦτο δὲ ἐν ταῖς ὁδοῖς. ἡδόμενος δὲ μετὰ τῶν ἄλλων, ὅτι σε ὄψομαι τετίμημαι πρὸ τῶν ἄλλων ἐν τοῖς γράμμασι. καὶ καινὸν ἴσως οὐδέν· ἀεὶ γάρ μοί τι παρὰ σοῦ γέρας εὑρίσκεται, καὶ ποιεῖ σὲ μὲν λαμπρὸν ἡ ἀρετή, σὺ δὲ ἐμέ.