Ancient Greek · ~2 min
Letter 341
Libanius, Epistulae 1-839 341
Not analysed yet
Ἀλλὰ καλὸν μέν, <ὅτι> α ἀδελφὸν ἐπένθεις, ἐπεὶ καὶ οὐκ ὄντα ἡμῖν ἀδελφόν, ἐπειδὴ φίλος ἦν ἀγαθός· καλῶς δὲ ἐποίησας ἀφελὼν τῆς λύπης, ἣ τὸν οἰχόμενον οὐκ ὠφελοῦσα τὸν ζῶντα ἔκοπτεν. ἰατρὸν μὲν οὖν σοι πείθομαι τὸν τῶν λόγων προστάτην γεγονέναι θεόν, ὅπως μὴ τοῦ λυπεῖσθαι μᾶλλον ἢ τῶν λόγων εἴης· εἰ δ’ ὄντως σοι παρ’ ἡμῶν τοῦτο ἥκει, κέρδος ἐμὸν τὸ σέ τινος λελύσθαι κακοῦ. λόγους δὲ ἐμοὺς θαυμάζω μὲν ἥκιστα, κάλλους γὰρ ἀφεστᾶσιν, εὐδαι- μονίζω α δὲ σοῦ περὶ αὐτῶν τοιαῦτα ψηφιζομένου.