Ancient Greek · ~1 min
Letter 342
Libanius, Epistulae 1-839 342
Not analysed yet
τμβ΄. Σελευκίω. (358/59?) Εἰ μὲν ἐλάττω σοι πέμπειν εἶχε καλῶς, ἤδη ἂν ἔπεμπον· ἐπεὶ δὲ δεῖ τι τῆς ὑμετέρας ἐπιθυμίας ἄξιον ὑμῖν ἐλθεῖν, 15 ἐπειδὰν τοσαῦτα γένηται, πέμψομεν. τοῦ δὲ ταχέως φαῦλα λαβεῖν τὸ βραδέως ἀμείνω μακρῷ που βέλτιον.