Ancient Greek · ~3 min
Letter 353
Libanius, Epistulae 1-839 353
Not analysed yet
Ἀπηλαύσαμεν ἀλλήλων ἐγώ τε καὶ Τουσκιανός, ἐγὼ μὲν ἀκροώμενος τούτου, λέγοντος δὲ ἐκεῖνος ἐμοῦ, μᾶλλον δέ, ἐπλεονέκτουν ἐγὼ καλλίονος ὧν ἐδείκνυον λόγων ἀκοῆς εἰλημ- μένος. ἃ δὲ ἐποίησεν ἐνθάδε παραβάλλοντος ἐμοῦ τὸν Στρατήγιον τοῖς ἐπὶ τῆς ἴσης ἀρχῆς—τί οὖν ἐποίησεν; ὠχρία τε καὶ ἀπεπνίγετο καὶ ὅμοιος ἦν βαλλομένῳ καἰ τιτρωσκομένῳ δεινὸν ποιούμενος, εἴ τις δόξει νενικηκέναι τὰ αὑτοῦ παιδικά, τὸν Θαλάσσιον καὶ Λεόντιον καὶ τὸν νῦν τουτονὶ τὸν οὐ μᾶλλον μέγα φθεγγόμενον ἡ μεγάλα ἐργαζόμενον. ὥστε καὶ ἔδοξεν ἐνίοις μέμφεσθαι τὸ μέρος ἀγνοοῦσιν, ὡς ὁ μάλιστα χαλεπαίνων οὗτος ἦν ὁ μάλιστα θαυμάζων. εἰ μὲν γὰρ οὐχ ἐώρα τὸ μέρος ἰσχυρόν, κἂν ἐγέλα· νῦν δὲ ἡ τοῦδε λύπη ρώ- μην ἐμαρτύρει τῷ λόγῳ. ἂν οὖν καἰ παρὰ σοὶ πάσχῃ τι τοιοῦτον ἐν μνήμῃ τοῦ λόγου, μή σε λανθανέτω τοῦτον νικᾶν ψηφιζόμενος ᾧ φησιν οὐχ ἡδέως ἔχειν.