Ancient Greek · ~4 min
Letter 354
Libanius, Epistulae 1-839 354
Not analysed yet
Ἆρ’ ἥσθη τις οὕτω ποτὲ γῆν μὲν ὀρύττων ἐπ’ ἄλλῳ τῳ, χρυσῷ δὲ ἐντυχών, ὡς νῦν σὲ μὲν ἄρχοντα Ἰοβῖνος ὁρῶν, σὺ δὲ 18 Vl γ΄, μδ΄ ωλ). τουτονὶ δεδεγμένος; καλῶ δὴ τὸ μὲν σὸν εὐτυχίαν, τὸ τού- του δὲ ἀρετήν· ὁ μὲν γὰρ ἔδραμε τοσαύτην ὁδὸν τοῦ φίλον ἰδεῖν, σοὶ δὲ ἥκει καθημένῳ πρᾶγμα τοσοῦτον. μᾶλλον δέ, καὶ σὴν ἀρετὴν ὁ τούτου δεικνύει δρόμος, εἵπερ τὸν ἀγα- θὸν εἰκὸς παρὰ τοιοῦτον ἑταῖρον τρέχειν. ἃ δὲ συνόντες ἐρεῖτε καὶ δράσετε, νομίζετε καὶ ἐμὲ τὸν ἀπόντα τὰ μὲν ὁρᾶν, τὰ δὲ ἀκούειν, κινήματά τε καὶ σκιρτήματα γέλωτά τε πολὺν ἐξ ἀμφοτέρων ῥέοντα καὶ μνήμην τῶν ἀρχαίων καὶ περὶ τῶν παρόντων λόγους καὶ σκωμμάτων χάριν καὶ διήγησιν περί τε ἐμοῦ καὶ τῶν ἐμῶν, ὑφ’ ὣν μάλιστα δὴ κατέχεσθε καὶ ὅθεν μόλις ἐκβαίνετε. οἴκοι μὲν οὖν ἐξέστω Ἰοβίνῳ παί- ζειν ἃ πρότερον· εἰ δέ τι τούτων εἰς ἀγορὰν ἐξάγοι, λάμβανε παρ’ αὐτοῦ δίκην ἣν καὶ παρ’ ἐμοῦ, διότι μὴ κύπτων εἰς γῆν καὶ τρέμων ἐβάδιζον μετ’ ἀνδρὸς τὴν Παλαιστίνην ἄγοντος.