Ancient Greek · ~4 min
Letter 355
Libanius, Epistulae 1-839 355
Not analysed yet
Ὅν ἐζήτουν ἔχω παῖδα σὸν καὶ παῖδά γε τοιοῦτον, ἐπι- τήδειον τοῦτο λαβεῖν ἐφ’ ὅπερ ἥκει. ὡς γὰρ διεκωδώνισα τὸν νεανίσκον καὶ προσῆγον βάσανον τῇ φύσει, ταχεῖαν εὕρισκον ἁρπάσαι λόγων ὁδούς. καὶ πρὸς Ἀχίλλιον —ὁ δὲ ἀνὴρ ἐξ Ἀγκύρας ὢν τὰ μὲν εἰκότα τῇ πατρίδι πεπλήρωκεν, υἱεῖ δὲ τῇδε πάρεσαν, ὃν ἔχει μόνον —πρὸς δὴ τὸν ἄνδρα τοῦτον ἴφη ὅτι Παρνάσιος ἡμῖν ἀγαθοῦ ῥήτορος ἔσται πατὴρ. ἃ δὲ ἀνεμίμνησκες ἡμᾶς μουσεῖά τε ἐκεῖνα διεξ- ιὼν καὶ τοὺς ἐν Ἀγκύρᾳ λόγους, οὔπω τοῖς γράμμασιν ὁμιλῶν ἔλεγον πρὸς τὸν υἱόν. ὁ δὲ ἔφασκεν ἅπερ ἤκουσεν ἐγγεγράφθαι. τοσαύτη παρ’ ἐμοὶ μνήμη τῶν ἐκ ταὐτοῦ κρατῆρος π πεπωκςοτων ἄλλως τε καὶ Γαλατῶν, οἷς ἀεί τι παρ’ ἐμοῦ πλέον, ὥστ’ οἴκοθεν οἴκαδε τοὺς σαυτοῦ πέμπεις καὶ οὐ σὲ δεῖ μᾶλλον ἐμὲ παρακαλεῖν εἰς τὰ σὰ ἢ παρ’ ἐμοῦ σὲ κινεῖ- σθαι τῶν σαυτοῦ φροντίζειν.