Ancient Greek · ~4 min
Letter 38
Libanius, Epistulae 1-839 38
Not analysed yet
Οὐκ ἂν καὶ τόδε σημεῖον εἴη τῆς περὶ τοὺς λόγους ὁρ- μῆς, εἴ σοι τοὺς πόνους ἐπιστολῆς ἀνάγνωσις ἐπεκούφισε; τοὺς μὲν γὰρ ἄλλους ἐπὶ τοῖς μήκεσι τῶν ὁδῶν ἐλαίῳ τε καὶ λου- τροῖς καὶ πότῳ τὴν ῥώμην ἀνακτωμένους ὁρῶ, σοὶ δ’ ἀντὶ τούτων γράμματα καὶ ταῦτα οὕτω μικρά, προσθείην δ’ ἂν ὡς οὐδὲ πάνυ καλά. τί ποτ’ ἂν οὖν ἔδρας, εἰ μακρά τε ἦν καὶ καλά; τῆς δὲ ἐπιστολῆς ἡ βραχύτης οὐκ ἐκ ῥᾳθυμίας, ἀλλ’ ἐξεπίτηδες συνέστελλον εἰδώς, ὅτι σου τῶν ὀφθαλμῶν δεῖται τὰ πράγματα. Ῥωμύλον δὲ τιμῶν μὶν ἄξιον οἶδα, τιμωρίας δὲ οὐδεμιᾶς. ᾧ πλέον ἤδη τοῦ ἡμίσεος πέπρακται, πρὸς δὲ τὸ πέρας ὁ δρόμος. καίτοι τοῦτο Νεβρίδιος ἀεί ποτε θέλων ἔμει- νεν ἐν τῷ βούλεσθαι, πρᾶξαι δὲ οὐκ ἠδυνήθη. σὸν δὲ ἐπί- τάγμα πᾶν, ὡς ἔοικε, δυνατόν. ἐπεὶ γὰρ αὐτὸς κρείττω ποιεῖς ἐλπίδων, καὶ τοῖς σοῖς ὑπηρέταις εἰς τὰ σὰ βλέπουσιν ἔρως ἐμπίπτει πάντα κατορθοῦν. τὸν δὲ Ὀλύμπιον ἴσθι σοι τὸν αὐτὸν εἶναι καὶ πλεῖστον ἀπέχειν μεταβολῆς.