Ancient Greek · ~2 min
Letter 39
Libanius, Epistulae 1-839 39
Not analysed yet
Νῦν τε ἐπιστέλλων καλῶς ποιεῖς καὶ εἰ πρότερον ἐπἐ- στελλες, καὶ τότε ἂν καλῶς ἐποίεις. εἰ γὰρ ἐγὼ μέν σε πάλαι φιλῶ, σὺ δὲ τοῦτο οὐκ ἠγνόεις, τίνα εἶχε λόγον ὀκνεῖν μἐλ- λοντά γε χαριεῖσθαι φίλῳ; σοὶ δ’ εἰ σιγῶντι μηδεμία συγγνώ μη, πάντως δήπου πᾶσα ἀνάγκη λόγου. θαρρῶν τε οὖν γράφε καὶ συνδιάφερε τῷ καλῷ Μοδέστῳ τοὺς πόνους ἐν τῇ τῶν ἱδρώτων κοινωνίᾳ τὴν τῶν ἐπαίνων ἐννοῶν κοινωνίαν.