Ancient Greek · ~3 min
Letter 389
Libanius, Epistulae 1-839 389
Not analysed yet
Οἱ μὲν ὡς ἥξεις ἀγγέλλοντες πολλοί, τὸ δὲ ἔργον ὁρῶμεν οὔπω. ποίησον οὖν ἡμῖν τὴν σκιὰν τῆς ἡδονῆς εὐφροσύνην ἀληθινήν. εἴτε γὰρ ἐδεῖτο φροντίδος τὰ περὶ τὸν Εὐφράτην, ἱκανῶς τεθεράπευται· εἴτε ἔδει τοὺς ἀνθρώπους μαθεῖν ὅστις εἶ πρὸς ἥλιον φλέγοντα, τῆς Ἡρακλέους καρτερίας οὐ λελεῖ- φθαι δοκεῖς. τί οὖν πόλιν μεγάλην καὶ καλὴν κατατείνεις ἐρῶσαν, ᾗ χάριτας μὲν ὀφείλεις τοῦ φίλτρου, μέμψασθαι δὲ οὐκ ἔχεις; ἀλλ’, w γενναῖε, συνθεὶς ἀπολογίαν ἧκε παρ’ ἄνδρας ἠδικημένους. κἂν γὰρ αὐτίκα φανῇς, ὅ γε παρελθὼν χρόνος ἀπαιτεῖ ῥήτορος τέχνην. πάντως δὲ οὐδέν σε δε'- μι- σθοῦσθαι τὸν ἐροῦντα πολλοὺς αὐτὸν ἤδη σεσωκότα τῇ φωνῇ.