Ancient Greek · ~7 min
390.1 to 390.8
Libanius, Epistulae 1-839 390.1-8
Not analysed yet
Εἰ τὸ τῆς δυνάμεως ἐλάττω ποιεῖν ἑκόντα ῥᾳθυμεῖν ἐστι, πόρρω τῆς αἰτίας ἐγώ. βραχύτερα μὲν γὰρ ἢ ὁ καιρὸς ἀπῄτει γέγραφα, πλείω δὲ οὐκ εἶχον ὑπ’ ἀρρωστίας. τὴν μέντοι συμβᾶσάν σοι πρὸς τὸν ἄνδρα τουτονὶ ταραχὴν ἴσθι μακρὰν ἡμῖν γεγονέναι συμφοράν. τὸ γὰρ οὓς εἰκὸς ἦν μάλιστα συμ- πνεῖν, τούτους ὁρᾶν ἐν στάσει καὶ τῷ γιγνομένῳ μὲν ἀλγεῖν, παῦσαι δὲ αὐτὸ μὴ δύνασθαι πῶς οὐκ ἐμοί τε καὶ τοῖς σοῖς ἀδελφοῖς καὶ πᾶσιν οἷς εὔνοια πρὸς τὰ σὰ νομίζοιτ’ ἂν συμ- φορά; ὃ δέ γε τούτου δεινότερον, οἴχεται Χρωμάτιος, o) Ζεῦ καὶ θεοί, καὶ πάλιν ἐρῶ Χρωμάτιος, ὃς ἐκόσμει μὲν τὴν παλαιστίνην τῷ φῦναι αὐτόθι, ἐκόσμει δὲ τὰς Ἀθήνας εὖ τἀκεῖθεν δεξάμενος. ἦν δὲ τῷ γένει μὲν κλέος, τοῖς φίλοις δὲ λιμήν. μόνος δὲ ὧν ἴσμεν μάλιστα μὲν ἐθαυμάσθη, ἥκιστα δὲ ἐφθονήθη. τοῖς λόγοις μὲν ἐξέπληττε, τῷ τρόπῳ δὲ ἔθελ- γεν αὐτὸς ὢν καὶ ῥήτωρ δεινὸς καὶ ἀνὴρ χρηστός. τί πρῶ- τον ἐννοήσω καὶ διὰ τί πρῶτον ὀδύρωμαι; ὡς ἡμᾶς οἴκημα εἶχεν Ἀθήνησιν; ὡς τράπεζα μία ὡς τοῖς αὐτοῖς ἐχαίρομεν; ὡς ταὐτὰ ἐφροντίζομεν; ὡς ἠκονῶμεν ἀλλήλους ἀλλήλοις ὄν- τες κριταί; ἀλλ’ ὅτε ἐπανῆκον τὴν προτέραν ἐπιδημία τίνας οὐ παρῆλθε κρότῳ τε καὶ τοῖς ἄλλοις ἃ σοφιστῶν ὠφε- λεῖν σχῆμα δοκεῖ; καὶ μὴν ὅπως μὲν αὖθις ἐπανέλθοιμι, προὔ- τρεψεν, ἐγένετο δὲ ἀντὶ πολλῶν ἀφιγμένῳ. καὶ ταῦτα ἔπρατ- τεν εἰδὼς ὅτι λυπήσει τινὰ βέλτιστος ὢν εἰς ἐμέ. ἀλλ’ ὅμως οὐκ ἀπέστησεν αὐτὸν τῆς ὑπὲρ ἡμῶν ἀνδρίας τό τινα μἐμ- ψιν παρὰ τοῦ δεῖνος ἀκολουθήσειν, ἀλλ’ ὃ δίκαιον ᾤετο, ἐλευ- θέρως ἐποίει καὶ τοὺς ἀξιοῦντας αὐτὸν αὑτοῖς χαριζόμενον ἀδικεῖν ὡς οὐ σφόδρα ὑγιαίνοντας ἀπεσείετο. τοιαῦτα ἡμῖν βοηθῶν ἠσθένησε καὶ τοσούτῳ κακῷ πιεζόμενος ἐκαρτέ- ρει σιγῇ. ἔπειτα ἀναστὰς ὥρμησε μὲν ἐπὶ Κιλικίας, ὥρμησε δὲ εἰς Ἅιδου. καὶ τὸ χωρίον, οἱ μετέστη, πρότερον δοκοῦν ἥδιστον πῶς, οἴει, κέκριται χαλεπόν;