Ancient Greek · ~7 min
390.9 to 390.14
Libanius, Epistulae 1-839 390.9-14
Not analysed yet
ἐγὼ δὲ εὐθὺς μὲν ἀκούσας ἄφωνος ἦν ὡς ἐπὶ πλεῖστον· ἐπεὶ δὲ ἠδυνήθην ῥῆ- ξαι φωνήν, ἀφῆκα πρώτην, ὡς ἄρα τὸ κάλλιστον τῶν ἐπὶ γῆς ἀπελήλυθεν, ἀνὴρ σωφρονέστερος μὲν Πηλέως θεοφιλὴς δὲ οὐχ ἧττον ἢ Σοφοκλῆς, δεινὸς εἰπεῖν, ἀμείνων κρῖναι, φίλος σαφής, οὐδέν τι χείρων· ἐκείνων τῶν Συρακουσίων οἷς ἐπί- δειξις ἐγένετο τοῦ πράγματος ἐν τῇ Διονυσίου τυραννίδι. καὶ ταῦτα ἐγὼ διῆλθον, Ἱερόκλεις, δακρύων. ἔπειτα ἐξ αὐτῶν ὧν ἐδάκρυον ἐνεθυμήθην πως, ὅτι ἄρα οὐ χρὴ δακρύειν. τὸ γὰρ οὕτω βεβιωκέναι καλῶς εἰς τὴν τελευτὴν παραμύθιον. ὃ μὲν γὰρ ἔπαθε, κοινόν· ἐφ’ οἷς δὲ ἐπαινεῖται, ταῦτα οὐ κοινά. καὶ δὴ καὶ σὲ δεῖ μᾶλλον χαίρειν, ὅτι τοιοῦτον ἀδελφιδοῦν ἐκτήσω καὶ κηδεστὴν ἢ τῷ συμβεβηκότι πλήrτε- σθαι. λογίζου δὲ ὅτι θεῶν μὲν γνώμῃ πάντα πράττεται, θεοὶ δὲ τὸν ὧδε ἔχοντα ἀρετῆς οὐκ ἄν τι κακὸν ἔδρων. δίκαιοι γὰρ καὶ οὐκ ἂν ὃν τιμᾶν ἐχρῆν ἐκόλαζον. οὐκ ἄρα ὅπως τι δεινὸν εἴη πεπονθώς, ἀπέθνησκεν, ἀλλ’ ἐπὶ τῷ βελτίονι. δο- κοῦσι γάρ μοι νομίσαντες τὸν ἄνδρα κρείττω μὲν ἢ διατρίβειν ἐν γῇ, τῷ δὲ αὑτῶν πρέπειν χορῷ μετενεγκεῖν ἐνθένδε εἰς οὐρα- νόν. οὕτως αὐτόν τε σὲ δεῖ φρονεῖν καὶ τὴν θυγατέρα πείθειν καὶ οἴεσθαι τῆς ἐκείνου παιδείας ἄξιον εἶναι τὸ ὑμᾶς ἐπί- στασθαι φέρειν. καὶ περὶ μὲν τῆς τελευτῆς τοῦ ἑταίρου πλείω μὲν ἔνι λέγειν, δεῖ δὲ οὐδέν, εἰδότι γὰρ ἂν λέγοιτο. τὴν δὲ ἐνθάδε ταραχὴν ἡμεῖς τε ὅπως καταστήσεται φροντί- ζομεν σόν μέρος οὐ μικρόν. οἱ μὲν γὰρ τοιοῦτοι καιροὶ φρο- νίμου δέονται, σὺ δέ, εἴπερ τις, ἐπὶ τῷ φρονεῖν δόξαν ἔχεις. ὥσπερ οὖν εἰ κυβερνήτης ἐτύγχανες, ἠξίουν ἄν σε ἐν χει- μῶνι δεικνύναι τὴν τέχνην, οὕτως, ἐπειδὴ συνέσει νικᾷς, ἄν- δρα ὀργιζόμενον διάλλαξον.