Ancient Greek · ~2 min
Letter 396
Libanius, Epistulae 1-839 396
Not analysed yet
Ἡ πόλις ἡμῶν πλέον ἐρῶσι τῆς σῆς ψυχῆς ἢ σὺ τῆς ἐμῆς· καὶ σὺ μὲν τῆς ἐμῆς ἴσως οὐκ εἰκότως, οἱ δέ γε τῆς σῆς καὶ μάλα εἰκότως. ὥστ’ εἰ μὴ ἦν ἐλπὶς ὅτι αὐτοῖς ἀφίξῃ- πάλαι ἂν ἦσαν αὐτοὶ παρὰ σοί. ἡ όὲ Ἀπελλίωνος ἀρχὴ τοῦ καλοῦ σοί τε δίδωσι πρὸ τῆς ἡμετέρας ὁρᾶν ἀγαθὰ τούτῳ τε πρὸ τῶν ἄλλων ἐραστῶν ἀπολαύειν τῶν παιδικῶν. θαυ- μάσῃ δὲ αὐτοῦ τὸ πρᾷον, τὸ ἄδολον, τὸ φιλεῖν εἰδέναι, τὸ μὴ εἰδέναι κερδαίνειν ἃ μὴ καλόν. ἃ μαρτυρεῖ μὲν Αἴγυπτος ἤδη, 5 φήσετε δὲ καὶ ὑμεῖς πειρώμενοι.