Ancient Greek · ~3 min
Letter 397
Libanius, Epistulae 1-839 397
Not analysed yet
Ἐθρέψαμεν ὑμῖν ἄρχοντα καὶ μέγα φρονοῦμεν οὐ τῷ πολίτην ἄρχειν ἡμέτερον. ἀλλ’ ὅτι οἶδεν, ὅ τι ποτὲ ἔργον ἀρχῆς. οἶδε γὰρ ὅτι δεῖ τὸν ἐνταῦθα σχήματος ἑστηκότα μὴ σιώτερον, ἁ λ’ ἐνδοξότερον ἀπαλλάττεσθαι καὶ τοιαῦτα δρᾶν. ἃ ποιήσει τοὺς ἀρχομένους εὔχεσθαι μένειν αὑτοῖς τὴν προ- στασίαν. Αἰγύπτιοι μὲν οὖν πολλάπις ταῦτα εὔξαντο, πρὸς δὲ ὑμᾶς τὸ κέρδος μεταβέβηκεν. ὁ δὲ φιλῶν με πάνυ σφόδρα, τίνα μάλιστα φιλοίην τῶν παρ’ ὑμῖν, ἤρετο, ὅπως αὐτῷ εἴη φίλος. ἐγὼ δὲ ἀκούσας τὸ μάλιστα, πρὸς σέ τε εὐθὺς ἠνἐ- χθην καὶ τὸν Ἅλαιμον ἐφθεγξάμην. ὁδὲ γράφε τοί- νυν ἔφη, καὶ κομιῶ. χαφιῇ γὰρ οὐ τῷ ληψομένῳ πλέον ἢ τῷ φέροντι. καὶ ἐπέστελλον συναρμόττων τῇ ἐπιστολῇ σο- φὸν παιδευτὴν Ἄλκιμον καὶ ἄρχοντα δίκαιον Ἀπελλίωνα.