Ancient Greek · ~2 min
Letter 398
Libanius, Epistulae 1-839 398
Not analysed yet
Χρηστὸς εἰ τοῖς γράμμασιν. ἃ γὰρ ἐν ἡμῖν εἶναι ἐθέ- λεις, περὶ τούτων ὡς ἐνόντων γράφεις. ἐμὲ δὲ εἰ μέν τις ὡς ἐπιστάμενον πονεῖν ἐπαινεῖ, τάχα οὐ ψεύδεται· λόγων δὲ ποι- ητὴν ὅστις οἴεται δεξιόν, ἴστω ὅτι ψεύδεται. τῆς δὲ ἐπι- στολῆς σου καὶ τοῦ μήκους ἠράσθημεν καὶ ὡς οὐ μακροτέρα μᾶλλον ἢ καλλίων. δείκνυται δὲ καὶ ἐν ταῖς τῶν νέων ψυχαῖς ἡ σὴ τέχνη· ὡς οὐ πολλοὶ παρ’ ἡμᾶς ὧδε ἔχοντες τάξεως ἦλθον.