Ancient Greek · ~7 min
Letter 40
Libanius, Epistulae 1-839 40
Not analysed yet
Οὐ σοὶ συγχαίρω μᾶλλον τοῦ τὴν πόλιν ἄγειν ἢ τῇ πό- λει τοῦ παραδοῦναί σοι τὰς ἡνίας. σοί μὲν γὰρ οὐδὲν δυ νάμεως, τῇ δὲ ἡγεμόνος ἀγαθοῦ. σοῦ δὲ τίς ἐκείνῃ πρότερος, δι’ ὃν γέγονεν ἀνδράσι μείζων τῶν μὲν ἐχόντων ἀρετὴν μετὰ πλούτου, τῶν δὲ μὴ χρήματα, φύσιν δὲ ἀμείνω χρημάτων; ἀλλὰ τούτους γε τοὺς πένητας, ὦ δαιμόνιε, πλήρωμα μὲν εἶναι τῇ βουλῇ βούλου· χρυσὸν δὲ εἰ τις εἰσπράττοι, κωλύσεις, ὅπως αὐτοῖς μὴ τὸ κοινωνεῖν τῶν παρ’ ὑμὶν καλῶν αἴτιον ᾖ κακῶν. οἱ μὲν οὖν ἄλλοι δι’ ὧν οἴονται τεύξεσθαι τῶν δι- καίων, τούτοις διαλέξονται, σὺ δέ μοι σῶζε σόν τε κnὶ ἐμὸν φίλον ἔχοντα πλὴν δόξης οὐ Ἰουλιανὸς οὗτός ἐστιν, ἀδελ- φὸς Ἱεροκλέους τῷ τε σπέρματι καὶ τοῖς τρόποις. ὃν ὁρῶν εἰς ὑμᾶς ἐγγραφόμενον ἐγέλων ἐννοῶν, ὡς αὐτίκα μάλα αὐτὸν ἐξαλείψει τὸ πένεσθαι. ἔπειτ’ ἐπελαβόμην τοῦ γέλωτος ὡς ἀρκέσον ὑμῖν ἄνδρα ἔχειν ᾧ πλουτεῖν ἐξὸν κακῶς οὐκ ἠξίω- σεν. ὡς δὲ ἧκε γράμματα δεῖν καὶ τόνδε θεῖναι χρυσίον, ἐν- ταῦθα ἀντὶ τοῦ γελᾶν ἐταραττόμην καὶ ἐδόκει χρῆναι κατα- φεύγειν ἐπὶ τὴν Ἑρμογένους πρᾳότητα. καὶ οὕτω ποιοῦμεν. ὁ δὲ τὰ ὄντα μαθὼν ἐξαιρεῖται τῶν ἑλκόντων, οἷς τὸ ἕλ- κειν εἰς αὐτὸ τοῦτ’ ἂν ἐτελεύτα τὸ ἕλκειν· οὐ γὰρ ἦν λαβεῖν. ἐκεῖνος μὲν οὖν ἀφῆκεν· ἀλλ’ ἔστιν ἕτερος δεσμός, ὃν ἂν μὴ σὺ λύσῃς, αἴνιγμα ἡμῖν ὁ φίλος ὁμοῦ λελυμένος τε καὶ δε- δεμένος. ἀλλὰ σὺ λύσεις τὸ αἴνιγμα τοῖς δευτέροις τὰ πρότερα βεβαιῶν καὶ βοηθῶν ἀνδρὶ γνωρίμῳ τε καὶ δανειζομένῳ. τοῦτο δὲ ἐγὼ μὲν σύνοιδα, ἐκεῖνος δὲ οὐκ αἰσχύνεται. λέ- γοντι δέ σοι περὶ τῆς ἀχρηματίας ἴσως μὲν οὐδεὶς ἀντερεῖ· εἰ δ’ οὖν τις οὕτω κακοδαίμων ὡς μὴ ταὐτὰ φθέγγεσθαί σοι, πέμπε τοῦτον εἰς Φρυγίαν, ὁ δέ σοι πεπεισμένος ἐπανήξει πέ- νητα τὸν Ἰουλιανὸν εἶναι.