Ancient Greek · ~6 min
Letter 400
Libanius, Epistulae 1-839 400
Not analysed yet
Ἐκ τῶν γραμμάτων, ἃ πάλαι πρὸς ἡμᾶς ἐπεπόμφεις, αὐτόν σε προσεδοκῶμεν ἥξειν, τὸ δὲ ἀπὸ τῆς Εὐρώπης ἐπι- στέλλειν καινόν τι ἡμῖν ἐφάνη. λαβὼν δέ σου τὴν επιστο- λὴν οὐδέν τι ἠξίουν μέλλειν, ἀλλ’ εὐθὺς δραμὼν παρὰ τὸν ἄνδσα ὃν ἐβούλου πᾶσιν οἷς εἶχον ἐγκωμίοις ἐχρώμην κατὰ σοῦ καὶ μεταπέμπεσθαι παρῄνουν. ὁ δ’ εἰ μὲν ὄεις ἔφη τὰ πεπραγμένα αὐτῷ, καθεύδεις· εἰ δὲ εἰδὼς περὶ τοιούτων τρόπων τοιούτους ἐπαίνους ἐργάζῃ, τὸν μὲν ὅπως κορμήσεις ζητεῖς, ἐμοῦ δὲ οὐ σφόδρα κήδῃ. πειρωμένου δέ μου τὰς κατηγορίας λύειν ἄνδρα ἔφα- σκεν ἀξιόπιστον ἥκοντα ἐξ Ἰωνίας ἀπηγγελκέναι καὶ μὴ δεῖν με ἐνοχλεῖν. ὡς μὲν οὖν οὐκ ὴδιkήκαμεν, ἀλλ’, εἴπερ τι συνέβη δύσκολον, ἠτυχήκαμεν ἐπίσταμαι· τόν τε γὰρ σὸν ἐπί- σταμαι τρόπον αὐτός τέ ειμι τῶν πεπληγμένων ὑπὸ τῶν ῥᾳ- δίως ψευδομένων. ἃ δ’ οὖν ἔδει γεμέσθαι ἡμῖν, κατὰ τοῦτο οὐ πέπρακται· σὺ δ’ εἰ τιν’ ἄλλην ὁδὸν ὁρᾷς, πρὸς ἣν ἔχω τι δυνάμεως, ἐπίστελλε καί με οὐ φήσεις ἀργὸν εἶναι. τὰ δὲ τοῦ κακούργου δούλου καὶ τῶν χρηστῶν ἀδελφῶν ὧδε ἔσχεν. ἄρχοντος Ὁνωράτου στρατιώτης ἐπ’ αὐτοὺς ἐλθὼν λαβὼν ἦγεν. ἔτι δὲ αὐτῶν ἐπὶ τῆς πορείας ὄντων ὁ μὲν ἀπήλλακτο τῆς ἀρ- χῆς, ὁ δὲ ἀφῆκεν οὓς ἦγε, δῆλον ὡς ἀποδόμενος τὴν ἄφεσιν. ταῦτα γνοὺς Νεβρίδιος διπλῆν πράττεται τιμωρίαν τὸν στρατιώτην. μαστιγώσας γὰρ ἐκβάλλει τοῦ καταλόγου καὶ δι ἄλλων ἐκείνους ἀναζητεῖ. οὕτως ἡμῖν τῶν δυσχερῶν τὰ μὲν ἐπέρχεται, τὰ δὲ οὐκ ἐθέλει λυθῆναι. δεῖ μέντοι πιστεύειν ὡς ἥξει ποτὲ καιρὸς τοῦ βελτίονος πίθου.