Ancient Greek · ~1 min
Letter 401
Libanius, Epistulae 1-839 401
Not analysed yet
Ἐξουσία σοι παρ’ ἡμᾶς ἰέναι. καὶ οὐκ ἀλαζονεύσομαί γε, ὅτι ταῦτα λέγω. ἀλλ’ ὡς ἤκουσε Στρατήγιος ὁ πάντα ἐπαινέτην αὑτοῦ δεικνὺς ἀληθῆ, ὅτι Γυμνάσιος ἐρῴη Συρίας, εὐθὺς μὲν ἐγκώμιον κατέτεινε, σοφιστοῦ πόνον, οὕτως ἦν πολύ τε καὶ καλόν, ἡμῖν δὲ οὐ δέδωκε σπουδάσαι πάντα εὐθὺς ποιῶν. σὺ δ’ ἔοικας τῶν μὲν παρ’ ἡμῖν ἐπιθυμεῖν, ὑπὸ δὲ τῶν ἐκεῖθεν κατέχεσθαι.