Ancient Greek · ~2 min
Letter 404
Libanius, Epistulae 1-839 404
Not analysed yet
Πράττομεν, ὡς ἂν εὔξαιο καὶ ὡς οὐκ ἂν ἔνιοι τῶν παρ’ ἡμῖν εὔξαιντο. σοὶ δὲ μείζων ἂν ἦν ἡδονὴ παρόντι ὁρᾶν 20 ἢ ἀπόντι ἀκούειν. τί δὴ μαθὼν οὐ καρποῖ τὴν μείζονα εὐφροσύνην; τί δὲ οὐ δεῦρο βαδίζεις ἡμῶν ὄντων ἐνθάδε; ὅ πολλάκις ἔδρασας ἡμῶν οὐκ ὄντων ἐνθάδε· οἴει καθήμενος ἀπολήψεσθαί με καί που καὶ χρόνον προλέγεις καὶ γελᾷς ὃς ἔχων. 3, ἀλλ’ ἴσθι καὶ ἡμῖν ὑπάρχον ψήφισμα γράψαι καὶ δεηθῆναι, δοῦναι δὲ χάριν ἕτοιμος βασιλεὺς καὶ προσάγει ἀωάγλην οὐκ οἶδεν.