Ancient Greek · ~1 min
Letter 415
Libanius, Epistulae 1-839 415
Not analysed yet
υιέ. Σιλανῷ. (355) Τὰ μὲν δοκοῦντα παρὰ τοῖς ἀνθρώποις μεγάλα δοῦναί σοι βουληθεὶς οὐκ ἠδυνήθην, τὰ δὲ ὄντα μᾶλλον ἢ δοκοῦντα –ταυτὶ γὰρ δοῦναι δεδύνημαι –δέχου, φίλον ἄνδρα πάσης ἀρετῆς γέμοντα, τὸν θαυμαστὸν Ὀλύμπιον.