Ancient Greek · ~2 min
Letter 414
Libanius, Epistulae 1-839 414
Not analysed yet
Ἀκούω σου κεκρατηκέναι τὴν λύπην καὶ εἶναί σοι περὶ τὸ μνῆμα τὴν διατριβήν. ἐγὼ δὲ ὥσπερ μὴ λυπούμενον ᾐτιώ- μην ἄν, οὕτω σφόδρα λυπούμενον οὐκ ἐπαινῶ. τὸ μὲν γὰρ οὐ τῆς σῆς φύσεως, τὸ δὲ οὐ τῆς σῆς παιδεύσεως. εἰ δ᾿ οὗν δεῖ τινος καὶ παρ᾿ ἄλλου παραμυθίας, πληρώσει ταύτην Ὀλύμ- πιος ἀμφότερα ὢν ἀγαθός, ψυχάς τε καὶ σώματα νοσημάτων ἐλευθεροῦν.